Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.180 Joseph. BJ 4.187 (English) >>Joseph. BJ 4.193

4.184εἶτά τις δέδοικεν τὸν ἔξωθεν πόλεμον καὶ τοὺς ἐν συγκρίσει πολλῷ τῶν οἰκείων ἡμῖν μετριωτέρους; καὶ γὰρ ἄν, εἰ ἐτύμους δεῖ τοῖς πράγμασι τὰς κλήσεις ἐφαρμόζειν, τάχα ἂν εὕροι τις Ῥωμαίους μὲν ἡμῖν βεβαιωτὰς τῶν νόμων, πολεμίους δὲ τοὺς ἔνδον. 4.185ἀλλʼ ὅτι μὲν ἐξώλεις οἱ ἐπίβουλοι τῆς ἐλευθερίας, καὶ πρὸς δεδράκασιν οὐκ ἄν τις ἐπινοήσειεν δίκην ἀξίαν κατʼ αὐτῶν, οἶμαι πάντας ἥκειν πεπεισμένους οἴκοθεν καὶ πρὸ τῶν ἐμῶν λόγων παρωξύνθαι τοῖς ἔργοις ἐπʼ αὐτούς, πεπόνθατε. 4.186καταπλήσσονται δʼ ἴσως οἱ πολλοὶ τό τε πλῆθος αὐτῶν καὶ τὴν τόλμαν, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ τόπου πλεονεξίαν. 4.187ταῦτα δʼ ὥσπερ συνέστη διὰ τὴν ὑμετέραν ἀμέλειαν, καὶ νῦν αὐξηθήσεται πλέον ὑπερθεμένων· καὶ γὰρ τὸ πλῆθος αὐτοῖς ἐπιτρέφεται καθʼ ἡμέραν παντὸς πονηροῦ πρὸς τοὺς ὁμοίους αὐτομολοῦντος, 4.188καὶ τὴν τόλμαν ἐξάπτει μέχρι νῦν μηδὲν ἐμπόδιον, τῷ τε τόπῳ καθύπερθεν ὄντες χρήσαιντο καὶ μετὰ παρασκευῆς, ἂν ἡμεῖς χρόνον δῶμεν. 4.189πιστεύσατε δὲ ὡς, ἐὰν προσβαίνωμεν ἐπʼ αὐτούς, ἔσονται τῇ συνειδήσει ταπεινότεροι, καὶ τὸ πλεονέκτημα τοῦ ὕψους λογισμὸς ἀπολεῖ. 4.190τάχα τὸ θεῖον ὑβρισμένον ἀναστρέψει κατʼ αὐτῶν τὰ βαλλόμενα, καὶ τοῖς σφετέροις διαφθαρήσονται βέλεσιν οἱ δυσσεβεῖς. μόνον ὀφθῶμεν αὐτοῖς, καὶ καταλέλυνται.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.180 Joseph. BJ 4.187 (English) >>Joseph. BJ 4.193

Powered by PhiloLogic